Signs and Seasons, Days and Years

Home » Scripture » Mark

Mark

ΚΑΤΑ ΜΑΡΚΟΝ 1 Mark 1
1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 1 The beginning of the gospel about Jesus Christ, the Son of God. ¶
2 Ὡςγέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 2 It is written in Isaiah the prophet: “I will send my messenger ahead of you, who will prepare your way” —
3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 3 “a voice of one calling in the desert, ‘Prepare the way for the Lord, make straight paths for him.’ ” ¶
4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετα-νοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 4 And so John came, baptizing in the desert region and preaching a baptism of repentance for the forgiveness of sins.
5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 5 The whole Judean countryside and all the people of Jerusalem went out to him. Confessing their sins, they were baptized by him in the Jordan River.
6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 6 John wore clothing made of camel’s hair, with a leather belt around his waist, and he ate locusts and wild honey.
7 καὶ ἐκήρυσσε λέγων· ἔρχε-ται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 7 And this was his message: “After me will come one more powerful than I, the thongs of whose sandals I am not worthy to stoop down and untie.
8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.¶ 8 I baptize you with water, but he will baptize you with the Holy Spirit.” ¶
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 9 At that time Jesus came from Nazareth in Galilee and was baptized by John in the Jordan.
10 καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡσει περιστερὰν καταβαῖνον ἐπ᾿ αὐτόν· 10 As Jesus was coming up out of the water, he saw heaven being torn open and the Spirit descending on him like a dove.
11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.¶ 11 And a voice came from heaven: “You are my Son, whom I love; with you I am well pleased.” ¶
12 Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· 12 At once the Spirit sent him out into the desert,
13 καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμε-νος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.¶ 13 and he was in the desert forty days, being tempted by Satan. He was with the wild animals, and angels attended him. ¶
14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 14 After John was put in prison, Jesus went into Galilee, proclaiming the good news of God.
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βα-σιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.¶ 15 “The time has come,” he said. “The kingdom of God is near. Repent and believe the good news!” ¶
16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος, βάλλο-ντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· 16 As Jesus walked beside the Sea of Galilee, he saw Simon and his brother Andrew casting a net into the lake, for they were fishermen.
17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 17 “Come, follow me,” Jesus said, “and I will make you fishers of men.”
18 καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 18 At once they left their nets and followed him. ¶
19 Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 19 When he had gone a little farther, he saw James son of Zebedee and his brother John in a boat, preparing their nets.
20 καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζε-βεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.¶ 20 Without delay he called them, and they left their father Zebedee in the boat with the hired men and followed him. ¶
21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν. 21 They went to Capernaum, and when the Sabbath came, Jesus went into the synagogue and began to teach.
22 καὶ ἐξε-πλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 22 The people were amazed at his teaching, because he taught them as one who had authority, not as the teachers of the law.
23 καὶ ἦν ἐν τῇ συ-ναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκρα-ξε 23 Just then a man in their synagogue who was possessed by an evil spirit cried out,
24 λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.¶ 24 “What do you want with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are—the Holy One of God!” ¶
25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 25 “Be quiet!” said Jesus sternly. “Come out of him!”
26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 26 The evil spirit shook the man violently and came out of him with a shriek. ¶
27 καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούου-σιν αὐτῷ; 27 The people were all so amazed that they asked each other, “What is this? A new teaching—and with authority! He even gives orders to evil spirits and they obey him.”
28 ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.¶ 28 News about him spread quickly over the whole region of Galilee. ¶
29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 29 As soon as they left the synagogue, they went with James and John to the home of Simon and Andrew.
30 ἡ δὲ πενθερὰ τοῦ Σίμωνος κατέκειτο πυρέσσουσα. καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 30 Simon’s mother-in-law was in bed with a fever, and they told Jesus about her.
31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.¶ 31 So he went to her, took her hand and helped her up. The fever left her and she began to wait on them. ¶
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. 32 That evening after sunset the people brought to Jesus all the sick and demon-possessed.
33 καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 33 The whole town gathered at the door,
34 καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι.¶ 34 and Jesus healed many who had various diseases. He also drove out many demons, but he would not let the demons speak because they knew who he was. ¶
35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 35 Very early in the morning, while it was still dark, Jesus got up, left the house and went off to a solitary place, where he prayed.
36 καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ, 36 Simon and his companions went to look for him,
37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. 37 and when they found him, they exclaimed: “Everyone is looking for you!” ¶
38 καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐλήλυθα. 38 Jesus replied, “Let us go somewhere else—to the nearby villages—so I can preach there also. That is why I have come.”
39 καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.¶ 39 So he traveled throughout Galilee, preaching in their synagogues and driving out demons. ¶
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 40 A man with leprosy came to him and begged him on his knees, “If you are willing, you can make me clean.” ¶
41 ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. 41 Filled with compassion, Jesus reached out his hand and touched the man. “I am willing,” he said. “Be clean!”
42 καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκα-θαρίσθη. 42 Immediately the leprosy left him and he was cured. ¶
43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτόν, 43 Jesus sent him away at once with a strong warning:
44 καὶ λέγει αὐτῷ, ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαι περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς. 44 “See that you don’t tell this to anyone. But go, show yourself to the priest and offer the sacrifices that Moses commanded for your cleansing, as a testimony to them.”
45 ὁ δὲ ἐξελ-θὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πα-νταχόθεν. 45 Instead he went out and began to talk freely, spreading the news. As a result, Jesus could no longer enter a town openly but stayed outside in lonely places. Yet the people still came to him from everywhere. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 2 Mark 2
1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. 1 A few days later, when Jesus again entered Capernaum, the people heard that he had come home.
2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 2 So many gathered that there was no room left, not even outside the door, and he preached the word to them.
3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυ-τικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 3 Some men came, bringing to him a paralytic, carried by four of them.
4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράββατον, ἐφ᾿ ᾧ ὁ πα-ραλυτικὸς κατέκειτο. 4 Since they could not get him to Jesus because of the crowd, they made an opening in the roof above Jesus and, after digging through it, lowered the mat the paralyzed man was lying on.
5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 5 When Jesus saw their faith, he said to the paralytic, “Son, your sins are forgiven.” ¶
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογι-ζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 6 Now some teachers of the law were sitting there, thinking to themselves,
7 τί οὗτος οὕτω λαλεῖ βλα-σφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 7 “Why does this fellow talk like that? He’s blaspheming! Who can forgive sins but God alone?” ¶
8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζε-σθε ἐν ταῖς καρδίαις ὑμῶν; 8 Immediately Jesus knew in his spirit that this was what they were thinking in their hearts, and he said to them, “Why are you thinking these things?
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειραι καὶ ἆρον τὸν κράββατον σου καὶ περιπάτει; 9 Which is easier: to say to the paralytic, ‘Your sins are forgiven,’ or to say, ‘Get up, take your mat and walk’?
10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρ-τίας λέγει τῷ παραλυτικῷ. 10 But that you may know that the Son of Man has authority on earth to forgive sins . . . .” He said to the paralytic,
11 σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 11 “I tell you, get up, take your mat and go home.”
12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.¶ 12 He got up, took his mat and walked out in full view of them all. This amazed everyone and they praised God, saying, “We have never seen anything like this!” ¶
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 13 Once again Jesus went out beside the lake. A large crowd came to him, and he began to teach them.
14 Καὶ παράγων εἶδε Λευὶν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ· 14 As he walked along, he saw Levi son of Alphaeus sitting at the tax collector’s booth. “Follow me,” Jesus told him, and Levi got up and followed him. ¶
15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. 15 While Jesus was having dinner at Levi’s house, many tax collectors and “sinners” were eating with him and his disciples, for there were many who followed him.
16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθη-ταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 16 When the teachers of the law who were Pharisees saw him eating with the “sinners” and tax collectors, they asked his disciples: “Why does he eat with tax collectors and ‘sinners’?” ¶
17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.¶ 17 On hearing this, Jesus said to them, “It is not the healthy who need a doctor, but the sick. I have not come to call the righteous, but sinners.” ¶
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διὰ τὶ οἱ μαθη-ταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; 18 Now John’s disciples and the Pharisees were fasting. Some people came and asked Jesus, “How is it that John’s disciples and the disciples of the Pharisees are fasting, but yours are not?” ¶
19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. 19 Jesus answered, “How can the guests of the bridegroom fast while he is with them? They cannot, so long as they have him with them.
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 20 But the time will come when the bridegroom will be taken from them, and on that day they will fast. ¶
21 Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 21 “No one sews a patch of unshrunk cloth on an old garment. If he does, the new piece will pull away from the old, making the tear worse.
22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.¶ 22 And no one pours new wine into old wineskins. If he does, the wine will burst the skins, and both the wine and the wineskins will be ruined. No, he pours new wine into new wineskins.” ¶
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 23 One Sabbath Jesus was going through the grainfields, and as his disciples walked along, they began to pick some heads of grain.
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. 24 The Pharisees said to him, “Look, why are they doing what is unlawful on the Sabbath?” ¶
25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυὶδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 25 He answered, “Have you never read what David did when he and his companions were hungry and in need?
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱε-ρεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 26 In the days of Abiathar the high priest, he entered the house of God and ate the consecrated bread, which is lawful only for priests to eat. And he also gave some to his companions.” ¶
27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρω-πος διὰ τὸ σάββατον· 27 Then he said to them, “The Sabbath was made for man, not man for the Sabbath.
28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. 28 So the Son of Man is Lord even of the Sabbath.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 3 Mark 3
1 Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 1 Another time he went into the synagogue, and a man with a shriveled hand was there.
2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 2 Some of them were looking for a reason to accuse Jesus, so they watched him closely to see if he would heal him on the Sabbath.
3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειραι εἰς τὸ μέσον. 3 Jesus said to the man with the shriveled hand, “Stand up in front of everyone.” ¶
4 καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀπο-κτεῖναι; οἱ δὲ ἐσιώπων. 4 Then Jesus asked them, “Which is lawful on the Sabbath: to do good or to do evil, to save life or to kill?” But they remained silent. ¶
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. 5 He looked around at them in anger and, deeply distressed at their stubborn hearts, said to the man, “Stretch out your hand.” He stretched it out, and his hand was completely restored.
6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.¶ 6 Then the Pharisees went out and began to plot with the Herodians how they might kill Jesus. ¶
7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκο-λούθησεν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας 7 Jesus withdrew with his disciples to the lake, and a large crowd from Galilee followed.
8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 8 When they heard all he was doing, many people came to him from Judea, Jerusalem, Idumea, and the regions across the Jordan and around Tyre and Sidon.
9 καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· 9 Because of the crowd he told his disciples to have a small boat ready for him, to keep the people from crowding him.
10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας· 10 For he had healed many, so that those with diseases were pushing forward to touch him.
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζε λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. 11 Whenever the evil spirits saw him, they fell down before him and cried out, “You are the Son of God.”
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.¶ 12 But he gave them strict orders not to tell who he was. ¶
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθε-λεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 13 Jesus went up on a mountainside and called to him those he wanted, and they came to him.
14 καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾿ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 14 He appointed twelve—designating them apostles —that they might be with him and that he might send them out to preach
15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· 15 and to have authority to drive out demons.
16 καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον, 16 These are the twelve he appointed: Simon (to whom he gave the name Peter);
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς· 17 James son of Zebedee and his brother John (to them he gave the name Boanerges, which means Sons of Thunder);
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην 18 Andrew, Philip, Bartholomew, Matthew, Thomas, James son of Alphaeus, Thaddaeus, Simon the Zealot
19 καὶ Ἰούδαν Ἰσκα-ριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.¶ 19 and Judas Iscariot, who betrayed him. ¶
20 Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. 20 Then Jesus entered a house, and again a crowd gathered, so that he and his disciples were not even able to eat.
21 καὶ ἀκούσα-ντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. 21 When his family heard about this, they went to take charge of him, for they said, “He is out of his mind.” ¶
22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαι-μονίων ἐκβάλλει τὰ δαιμόνια. 22 And the teachers of the law who came down from Jerusalem said, “He is possessed by Beelzebub ! By the prince of demons he is driving out demons.” ¶
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; 23 So Jesus called them and spoke to them in parables: “How can Satan drive out Satan?
24 καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 24 If a kingdom is divided against itself, that kingdom cannot stand.
25 καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. 25 If a house is divided against itself, that house cannot stand.
26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. 26 And if Satan opposes himself and is divided, he cannot stand; his end has come.
27 οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρ-πάσῃ. 27 In fact, no one can enter a strong man’s house and carry off his possessions unless he first ties up the strong man. Then he can rob his house.
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήμα-τα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλα-σφημήσωσιν. 28 I tell you the truth, all the sins and blasphemies of men will be forgiven them.
29 ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· 29 But whoever blasphemes against the Holy Spirit will never be forgiven; he is guilty of an eternal sin.” ¶
30 ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει.¶ 30 He said this because they were saying, “He has an evil spirit.” ¶
31 Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν. 31 Then Jesus’ mother and brothers arrived. Standing outside, they sent someone in to call him.
32 καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν· εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. 32 A crowd was sitting around him, and they told him, “Your mother and brothers are outside looking for you.” ¶
33 καὶ ἀπεκρίθη αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου; 33 “Who are my mother and my brothers?” he asked. ¶
34 καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθη-μένους λέγει· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 34 Then he looked at those seated in a circle around him and said, “Here are my mother and my brothers!
35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελ-φή μου καὶ μήτηρ μου ἐστίν. 35 Whoever does God’s will is my brother and sister and mother.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 4 Mark 4
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. 1 Again Jesus began to teach by the lake. The crowd that gathered around him was so large that he got into a boat and sat in it out on the lake, while all the people were along the shore at the water’s edge.
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν πα- ραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 2 He taught them many things by parables, and in his teaching said:
3 ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. 3 “Listen! A farmer went out to sow his seed.
4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πε-τεινὰ καὶ κατέφαγεν αὐτό· 4 As he was scattering the seed, some fell along the path, and the birds came and ate it up.
5 ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 5 Some fell on rocky places, where it did not have much soil. It sprang up quickly, because the soil was shallow.
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· 6 But when the sun came up, the plants were scorched, and they withered because they had no root.
7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε· 7 Other seed fell among thorns, which grew up and choked the plants, so that they did not bear grain.
8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 8 Still other seed fell on good soil. It came up, grew and produced a crop, multiplying thirty, sixty, or even a hundred times.” ¶
9 καὶ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.¶ 9 Then Jesus said, “He who has ears to hear, let him hear.” ¶
10 Ὅτε δὲ ἐγένετο κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. 10 When he was alone, the Twelve and the others around him asked him about the parables.
11 καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 11 He told them, “The secret of the kingdom of God has been given to you. But to those on the outside everything is said in parables
12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρ-τήματα. 12 so that, “ ‘they may be ever seeing but never perceiving, and ever hearing but never understanding; otherwise they might turn and be forgiven!’ ” ¶
13 καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 13 Then Jesus said to them, “Don’t you understand this parable? How then will you understand any parable?
14 ὁ σπείρων τὸν λόγον σπείρει. 14 The farmer sows the word.
15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρ-δίαις αὐτῶν. 15 Some people are like seed along the path, where the word is sown. As soon as they hear it, Satan comes and takes away the word that was sown in them.
16 καὶ οὗτοι εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπει-ρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 16 Others, like seed sown on rocky places, hear the word and at once receive it with joy.
17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται. 17 But since they have no root, they last only a short time. When trouble or persecution comes because of the word, they quickly fall away.
18 καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες, 18 Still others, like seed sown among thorns, hear the word;
19 καὶ αἱ μέρι-μναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 19 but the worries of this life, the deceitfulness of wealth and the desires for other things come in and choke the word, making it unfruitful.
20 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχο-νται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.¶ 20 Others, like seed sown on good soil, hear the word, accept it, and produce a crop—thirty, sixty or even a hundred times what was sown.” ¶
21 Καὶ ἔλεγεν αὐτοῖς· μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτε-θῇ; 21 He said to them, “Do you bring in a lamp to put it under a bowl or a bed? Instead, don’t you put it on its stand?
22 οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα εἰς φανερόν ἔλθῃ. 22 For whatever is hidden is meant to be disclosed, and whatever is concealed is meant to be brought out into the open.
23 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. 23 If anyone has ears to hear, let him hear.” ¶
24 Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, καὶ προστεθήσε-ται ὑμῖν τοῖς ἀκούουσιν.¶ 24 “Consider carefully what you hear,” he continued. “With the measure you use, it will be measured to you—and even more.
25 ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 25 Whoever has will be given more; whoever does not have, even what he has will be taken from him.” ¶
26 Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασι-λεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 26 He also said, “This is what the kingdom of God is like. A man scatters seed on the ground.
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 27 Night and day, whether he sleeps or gets up, the seed sprouts and grows, though he does not know how.
28 αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. 28 All by itself the soil produces grain—first the stalk, then the head, then the full kernel in the head.
29 ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀπο-στέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.¶ 29 As soon as the grain is ripe, he puts the sickle to it, because the harvest has come.” ¶
30 Καὶ ἔλεγε· τίνι ὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν πόια παραβολῇ παραβάλωμεν αὐτήν; 30 Again he said, “What shall we say the kingdom of God is like, or what parable shall we use to describe it?
31 ὡς κόκκον σινάπε-ως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερ-μάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· 31 It is like a mustard seed, which is the smallest seed you plant in the ground.
32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.¶ 32 Yet when planted, it grows and becomes the largest of all garden plants, with such big branches that the birds of the air can perch in its shade.” ¶
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν, 33 With many similar parables Jesus spoke the word to them, as much as they could understand.
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.¶ 34 He did not say anything to them without using a parable. But when he was alone with his own disciples, he explained everything. ¶
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν. 35 That day when evening came, he said to his disciples, “Let us go over to the other side.”
36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμ- βάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοῖῳ· καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾿ αὐτοῦ. 36 Leaving the crowd behind, they took him along, just as he was, in the boat. There were also other boats with him.
37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. 37 A furious squall came up, and the waves broke over the boat, so that it was nearly swamped.
38 καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον κα-θεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· δι-δάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 38 Jesus was in the stern, sleeping on a cushion. The disciples woke him and said to him, “Teacher, don’t you care if we drown?” ¶
39 καὶ διεγερθεὶς ἐπε-τίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 39 He got up, rebuked the wind and said to the waves, “Quiet! Be still!” Then the wind died down and it was completely calm. ¶
40 καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; 40 He said to his disciples, “Why are you so afraid? Do you still have no faith?” ¶
41 καὶ ἐφο-βήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; 41 They were terrified and asked each other, “Who is this? Even the wind and the waves obey him!” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 5 Mark 5
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. 1 They went across the lake to the region of the Gerasenes.
2 καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκα-θάρτῳ, 2 When Jesus got out of the boat, a man with an evil spirit came from the tombs to meet him.
3 ὃς τὴν οίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, 3 This man lived in the tombs, and no one could bind him any more, not even with a chain.
4 διὰ τὸ αὐτὸν πολ-λάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς αὐτὸν ἴσχυσεν δαμάσαι· 4 For he had often been chained hand and foot, but he tore the chains apart and broke the irons on his feet. No one was strong enough to subdue him.
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσι ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 5 Night and day among the tombs and in the hills he would cry out and cut himself with stones. ¶
6 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτῷ, 6 When he saw Jesus from a distance, he ran and fell on his knees in front of him.
7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. 7 He shouted at the top of his voice, “What do you want with me, Jesus, Son of the Most High God? Swear to God that you won’t torture me!”
8 ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 8 For Jesus had said to him, “Come out of this man, you evil spirit!” ¶
9 καὶ ἐπηρώτα αὐτόν· τί σοι ὄνομά; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 9 Then Jesus asked him, “What is your name?” “My name is Legion,” he replied, “for we are many.”
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀπο-στείλῃ ἔξω τῆς χώρας. 10 And he begged Jesus again and again not to send them out of the area. ¶
11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 11 A large herd of pigs was feeding on the nearby hillside.
12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 12 The demons begged Jesus, “Send us among the pigs; allow us to go into them.”
13 καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 13 He gave them permission, and the evil spirits came out and went into the pigs. The herd, about two thousand in number, rushed down the steep bank into the lake and were drowned. ¶
14 Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. 14 Those tending the pigs ran off and reported this in the town and countryside, and the people went out to see what had happened.
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. 15 When they came to Jesus, they saw the man who had been possessed by the legion of demons, sitting there, dressed and in his right mind; and they were afraid.
16 διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζο-μένῳ καὶ περὶ τῶν χοίρων. 16 Those who had seen it told the people what had happened to the demon-possessed man—and told about the pigs as well.
17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 17 Then the people began to plead with Jesus to leave their region. ¶
18 καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ. 18 As Jesus was getting into the boat, the man who had been demon-possessed begged to go with him.
19 ὁ δὲ Ἰησους οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε. 19 Jesus did not let him, but said, “Go home to your family and tell them how much the Lord has done for you, and how he has had mercy on you.”
20 καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.¶ 20 So the man went away and began to tell in the Decapolis how much Jesus had done for him. And all the people were amazed. ¶
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 21 When Jesus had again crossed over by boat to the other side of the lake, a large crowd gathered around him while he was by the lake.
22 Καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 22 Then one of the synagogue rulers, named Jairus, came there. Seeing Jesus, he fell at his feet
23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. 23 and pleaded earnestly with him, “My little daughter is dying. Please come and put your hands on her so that she will be healed and live.”
24 καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 24 So Jesus went with him. ¶ A large crowd followed and pressed around him.
25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 25 And a woman was there who had been subject to bleeding for twelve years.
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 26 She had suffered a great deal under the care of many doctors and had spent all she had, yet instead of getting better she grew worse.
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 27 When she heard about Jesus, she came up behind him in the crowd and touched his cloak,
28 ἔλεγε γὰρ ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 28 because she thought, “If I just touch his clothes, I will be healed.”
29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 29 Immediately her bleeding stopped and she felt in her body that she was freed from her suffering. ¶
30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; 30 At once Jesus realized that power had gone out from him. He turned around in the crowd and asked, “Who touched my clothes?” ¶
31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; 31 “You see the people crowding against you,” his disciples answered, “and yet you can ask, ‘Who touched me?’ ” ¶
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 32 But Jesus kept looking around to see who had done it.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 33 Then the woman, knowing what had happened to her, came and fell at his feet and, trembling with fear, told him the whole truth.
34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 34 He said to her, “Daughter, your faith has healed you. Go in peace and be freed from your suffering.” ¶
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 35 While Jesus was still speaking, some men came from the house of Jairus, the synagogue ruler. “Your daughter is dead,” they said. “Why bother the teacher any more?” ¶
36 ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχι-συναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε. 36 Ignoring what they said, Jesus told the synagogue ruler, “Don’t be afraid; just believe.” ¶
37 καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 37 He did not let anyone follow him except Peter, James and John the brother of James.
38 καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 38 When they came to the home of the synagogue ruler, Jesus saw a commotion, with people crying and wailing loudly.
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυ-βεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, 39 He went in and said to them, “Why all this commotion and wailing? The child is not dead but asleep.”
40 καὶ κατεγέλων αὐτοῦ. ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον, 40 But they laughed at him. ¶ After he put them all out, he took the child’s father and mother and the disciples who were with him, and went in where the child was.
41 καὶ κρα-τήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. 41 He took her by the hand and said to her, “Talitha koum!” (which means, “Little girl, I say to you, get up!” ).
42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 42 Immediately the girl stood up and walked around (she was twelve years old). At this they were completely astonished.
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν. 43 He gave strict orders not to let anyone know about this, and told them to give her something to eat. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 6 Mark 6
1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 1 Jesus left there and went to his hometown, accompanied by his disciples.
2 καὶ γε-νομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; 2 When the Sabbath came, he began to teach in the synagogue, and many who heard him were amazed. ¶ “Where did this man get these things?” they asked. “What’s this wisdom that has been given him, that he even does miracles!
3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 3 Isn’t this the carpenter? Isn’t this Mary’s son and the brother of James, Joseph, Judas and Simon? Aren’t his sisters here with us?” And they took offense at him. ¶
4 ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 4 Jesus said to them, “Only in his hometown, among his relatives and in his own house is a prophet without honor.”
5 καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε. 5 He could not do any miracles there, except lay his hands on a few sick people and heal them.
6 καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.¶ 6 And he was amazed at their lack of faith. ¶ Then Jesus went around teaching from village to village.
7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευ-μάτων τῶν ἀκαθάρτων, 7 Calling the Twelve to him, he sent them out two by two and gave them authority over evil spirits. ¶
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, 8 These were his instructions: “Take nothing for the journey except a staff—no bread, no bag, no money in your belts.
9 ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 9 Wear sandals but not an extra tunic.
10 καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν· 10 Whenever you enter a house, stay there until you leave that town.
11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότε-ρον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. 11 And if any place will not welcome you or listen to you, shake the dust off your feet when you leave, as a testimony against them.” ¶
12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, 12 They went out and preached that people should repent.
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.¶ 13 They drove out many demons and anointed many sick people with oil and healed them. ¶
14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 14 King Herod heard about this, for Jesus’ name had become well known. Some were saying, “John the Baptist has been raised from the dead, and that is why miraculous powers are at work in him.” ¶
15 ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. 15 Others said, “He is Elijah.” And still others claimed, “He is a prophet, like one of the prophets of long ago.” ¶
16 ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. 16 But when Herod heard this, he said, “John, the man I beheaded, has been raised from the dead!” ¶
17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 17 For Herod himself had given orders to have John arrested, and he had him bound and put in prison. He did this because of Herodias, his brother Philip’s wife, whom he had married.
18 ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 18 For John had been saying to Herod, “It is not lawful for you to have your brother’s wife.”
19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 19 So Herodias nursed a grudge against John and wanted to kill him. But she was not able to,
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. 20 because Herod feared John and protected him, knowing him to be a righteous and holy man. When Herod heard John, he was greatly puzzled ; yet he liked to listen to him. ¶
21 καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 21 Finally the opportune time came. On his birthday Herod gave a banquet for his high officials and military commanders and the leading men of Galilee.
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κο-ρασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. 22 When the daughter of Herodias came in and danced, she pleased Herod and his dinner guests. ¶ The king said to the girl, “Ask me for anything you want, and I’ll give it to you.”
23 καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασι-λείας μου. 23 And he promised her with an oath, “Whatever you ask I will give you, up to half my kingdom.” ¶
24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσο-μαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 24 She went out and said to her mother, “What shall I ask for?” “The head of John the Baptist,” she answered. ¶
25 καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξ αυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 At once the girl hurried in to the king with the request: “I want you to give me right now the head of John the Baptist on a platter.” ¶
26 καὶ περίλυπος γενόμενος ὁ βασι-λεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλη-σεν αὐτὴν ἀθετῆσαι. 26 The king was greatly distressed, but because of his oaths and his dinner guests, he did not want to refuse her.
27 καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, 27 So he immediately sent an executioner with orders to bring John’s head. The man went, beheaded John in the prison,
28 καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 28 and brought back his head on a platter. He presented it to the girl, and she gave it to her mother.
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθη-καν αὐτὸ ἐν μνημείῳ.¶ 29 On hearing of this, John’s disciples came and took his body and laid it in a tomb. ¶
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 30 The apostles gathered around Jesus and reported to him all they had done and taught.
31 καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 31 Then, because so many people were coming and going that they did not even have a chance to eat, he said to them, “Come with me by yourselves to a quiet place and get some rest.” ¶
32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾿ ἰδίαν. 32 So they went away by themselves in a boat to a solitary place.
33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς καὶ συνῆλθον πρὸς αὐτόν. 33 But many who saw them leaving recognized them and ran on foot from all the towns and got there ahead of them.
34 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.¶ 34 When Jesus landed and saw a large crowd, he had compassion on them, because they were like sheep without a shepherd. So he began teaching them many things. ¶
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή· 35 By this time it was late in the day, so his disciples came to him. “This is a remote place,” they said, “and it’s already very late.
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγω-σιν οὐκ ἔχουσιν. 36 Send the people away so they can go to the surrounding countryside and villages and buy themselves something to eat.” ¶
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν; 37 But he answered, “You give them something to eat.” They said to him, “That would take eight months of a man’s wages ! Are we to go and spend that much on bread and give it to them to eat?” ¶
38 ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε, καὶ δύο ἰχθύας. 38 “How many loaves do you have?” he asked. “Go and see.” When they found out, they said, “Five—and two fish.” ¶
39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 39 Then Jesus directed them to have all the people sit down in groups on the green grass.
40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 40 So they sat down in groups of hundreds and fifties.
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. 41 Taking the five loaves and the two fish and looking up to heaven, he gave thanks and broke the loaves. Then he gave them to his disciples to set before the people. He also divided the two fish among them all.
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, 42 They all ate and were satisfied,
43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 43 and the disciples picked up twelve basketfuls of broken pieces of bread and fish.
44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.¶ 44 The number of the men who had eaten was five thousand. ¶
45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσει τὸν ὄχλον· 45 Immediately Jesus made his disciples get into the boat and go on ahead of him to Bethsaida, while he dismissed the crowd.
46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 46 After leaving them, he went up on a mountainside to pray. ¶
47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 47 When evening came, the boat was in the middle of the lake, and he was alone on land.
48 καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυ-κτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς. 48 He saw the disciples straining at the oars, because the wind was against them. About the fourth watch of the night he went out to them, walking on the lake. He was about to pass by them,
49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· 49 but when they saw him walking on the lake, they thought he was a ghost. They cried out,
50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 50 because they all saw him and were terrified. ¶ Immediately he spoke to them and said, “Take courage! It is I. Don’t be afraid.”
51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπα-σεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον. 51 Then he climbed into the boat with them, and the wind died down. They were completely amazed,
52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη.¶ 52 for they had not understood about the loaves; their hearts were hardened. ¶
53 Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν Γενησαρὲτ καὶ προσωρμίσθησαν. 53 When they had crossed over, they landed at Gennesaret and anchored there.
54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτὸν 54 As soon as they got out of the boat, people recognized Jesus.
55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας πε-ριφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι· 55 They ran throughout that whole region and carried the sick on mats to wherever they heard he was.
56 καὶ ὅπου ἂν εἰσεπο-ρεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρα-σπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο. 56 And wherever he went—into villages, towns or countryside—they placed the sick in the marketplaces. They begged him to let them touch even the edge of his cloak, and all who touched him were healed. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 7 Mark 7
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 1 The Pharisees and some of the teachers of the law who had come from Jerusalem gathered around Jesus and
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο· 2 saw some of his disciples eating food with hands that were “unclean,” that is, unwashed.
3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·¶ 3 (The Pharisees and all the Jews do not eat unless they give their hands a ceremonial washing, holding to the tradition of the elders.
4 Καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς πο-τηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν· 4 When they come from the marketplace they do not eat unless they wash. And they observe many other traditions, such as the washing of cups, pitchers and kettles. ) ¶
5 ἔπειτα ἐπερω-τῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διὰ τί οἱ μαθη-ταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρε-σβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 5 So the Pharisees and teachers of the law asked Jesus, “Why don’t your disciples live according to the tradition of the elders instead of eating their food with ‘unclean’ hands?” ¶
6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ·¶ 6 He replied, “Isaiah was right when he prophesied about you hypocrites; as it is written: “ ‘These people honor me with their lips, but their hearts are far from me.
7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 7 They worship me in vain; their teachings are but rules taught by men.’ ¶
8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 8 You have let go of the commands of God and are holding on to the traditions of men.” ¶
9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 9 And he said to them: “You have a fine way of setting aside the commands of God in order to observe your own traditions!
10 Μωσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 10 For Moses said, ‘Honor your father and your mother,’ and, ‘Anyone who curses his father or mother must be put to death.’
11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 11 But you say that if a man says to his father or mother: ‘Whatever help you might otherwise have received from me is Corban’ (that is, a gift devoted to God),
12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, 12 then you no longer let him do anything for his father or mother.
13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. 13 Thus you nullify the word of God by your tradition that you have handed down. And you do many things like that.” ¶
14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε. 14 Again Jesus called the crowd to him and said, “Listen to me, everyone, and understand this.
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά ἀπ᾽ αὐτοῦ ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 15 Nothing outside a man can make him ‘unclean’ by going into him. Rather, it is what comes out of a man that makes him ‘unclean.’ ” ¶
16 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. 16
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παρα-βολῆς. 17 After he had left the crowd and entered the house, his disciples asked him about this parable.
18 καὶ λέγει αὐτοῖς· οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι; 18 “Are you so dull?” he asked. “Don’t you see that nothing that enters a man from the outside can make him ‘unclean’?
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα. 19 For it doesn’t go into his heart but into his stomach, and then out of his body.” (In saying this, Jesus declared all foods “clean.”) ¶
20 ἔλεγε δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 20 He went on: “What comes out of a man is what makes him ‘unclean.’
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, 21 For from within, out of men’s hearts, come evil thoughts, sexual immorality, theft, murder, adultery,
22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 22 greed, malice, deceit, lewdness, envy, slander, arrogance and folly.
23 πάντα ταῦτα τὰ πο-νηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.¶ 23 All these evils come from inside and make a man ‘unclean.’ ” ¶
24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 24 Jesus left that place and went to the vicinity of Tyre. He entered a house and did not want anyone to know it; yet he could not keep his presence secret.
25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 25 In fact, as soon as she heard about him, a woman whose little daughter was possessed by an evil spirit came and fell at his feet.
26 ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συρα-Φοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 26 The woman was a Greek, born in Syrian Phoenicia. She begged Jesus to drive the demon out of her daughter. ¶
27 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 “First let the children eat all they want,” he told her, “for it is not right to take the children’s bread and toss it to their dogs.” ¶
28 ἡ δὲ ἀπε-κρίθη καὶ λέγει αὐτῷ· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκά-τω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 28 “Yes, Lord,” she replied, “but even the dogs under the table eat the children’s crumbs.” ¶
29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαι-μόνιον ἐκ τῆς θυγατρός σου. 29 Then he told her, “For such a reply, you may go; the demon has left your daughter.” ¶
30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βε-βλημένην ἐπὶ τῆς κλίνης.¶ 30 She went home and found her child lying on the bed, and the demon gone. ¶
31 Καὶ πάλιν ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 31 Then Jesus left the vicinity of Tyre and went through Sidon, down to the Sea of Galilee and into the region of the Decapolis.
32 καὶ φέρουσιν αὐτῷ κωφὸν μογ-γιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 32 There some people brought to him a man who was deaf and could hardly talk, and they begged him to place his hand on the man. ¶
33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 33 After he took him aside, away from the crowd, Jesus put his fingers into the man’s ears. Then he spit and touched the man’s tongue.
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. 34 He looked up to heaven and with a deep sigh said to him, “Ephphatha!” (which means, “Be opened!” ).
35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 35 At this, the man’s ears were opened, his tongue was loosened and he began to speak plainly. ¶
36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 36 Jesus commanded them not to tell anyone. But the more he did so, the more they kept talking about it.
37 καὶ ὑπερπερισσῶς ἐξε-πλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν. 37 People were overwhelmed with amazement. “He has done everything well,” they said. “He even makes the deaf hear and the mute speak.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 8 Mark 8
1 Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μα-θητὰς αὐτοῦ λέγει αὐτοῖς· 1 During those days another large crowd gathered. Since they had nothing to eat, Jesus called his disciples to him and said,
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· 2 “I have compassion for these people; they have already been with me three days and have nothing to eat.
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστις εἰς οἶκον αὐτῶν, ἐκλυθήσο- νται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκουσι. 3 If I send them home hungry, they will collapse on the way, because some of them have come a long distance.” ¶
4 καὶ ἀπε-κρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας; 4 His disciples answered, “But where in this remote place can anyone get enough bread to feed them?” ¶
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά. 5 “How many loaves do you have?” Jesus asked. “Seven,” they replied. ¶
6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ. 6 He told the crowd to sit down on the ground. When he had taken the seven loaves and given thanks, he broke them and gave them to his disciples to set before the people, and they did so.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν παραθεῖναι καὶ αὐτά. 7 They had a few small fish as well; he gave thanks for them also and told the disciples to distribute them.
8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 8 The people ate and were satisfied. Afterward the disciples picked up seven basketfuls of broken pieces that were left over.
9 ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 9 About four thousand men were present. And having sent them away,
10 Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.¶ 10 he got into the boat with his disciples and went to the region of Dalmanutha. ¶
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 11 The Pharisees came and began to question Jesus. To test him, they asked him for a sign from heaven.
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γε-νεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.¶ 12 He sighed deeply and said, “Why does this generation ask for a miraculous sign? I tell you the truth, no sign will be given to it.”
13 Καὶ ἀφεὶς αὐτοὺς ἐμβὰς πάλιν εἰς πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν. 13 Then he left them, got back into the boat and crossed to the other side. ¶
14 καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ. 14 The disciples had forgotten to bring bread, except for one loaf they had with them in the boat.
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 15 “Be careful,” Jesus warned them. “Watch out for the yeast of the Pharisees and that of Herod.” ¶
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν. 16 They discussed this with one another and said, “It is because we have no bread.” ¶
17 καὶ γνοὺς ὁ Ἰη-σοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 17 Aware of their discussion, Jesus asked them: “Why are you talking about having no bread? Do you still not see or understand? Are your hearts hardened?
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; 18 Do you have eyes but fail to see, and ears but fail to hear? And don’t you remember?
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλα-σα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλα-σμάτων ἤρατε; λέγουσιν αὐτῶ· δώδεκα. 19 When I broke the five loaves for the five thousand, how many basketfuls of pieces did you pick up?” ¶ “Twelve,” they replied. ¶
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλα-σμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά. 20 “And when I broke the seven loaves for the four thousand, how many basketfuls of pieces did you pick up?” They answered, “Seven.” ¶
21 καὶ λέγει αὐτοῖς· πῶς οὔπω συνίετε;¶ 21 He said to them, “Do you still not understand?” ¶
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 22 They came to Bethsaida, and some people brought a blind man and begged Jesus to touch him.
23 καὶ ἐπιλα-βόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 23 He took the blind man by the hand and led him outside the village. When he had spit on the man’s eyes and put his hands on him, Jesus asked, “Do you see anything?” ¶
24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 24 He looked up and said, “I see people; they look like trees walking around.” ¶
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας. 25 Once more Jesus put his hands on the man’s eyes. Then his eyes were opened, his sight was restored, and he saw everything clearly.
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.¶ 26 Jesus sent him home, saying, “Don’t go into the village. ” ¶
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 27 Jesus and his disciples went on to the villages around Caesarea Philippi. On the way he asked them, “Who do people say I am?” ¶
28 οἱ δὲ ἀπεκρίθησαν· Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι ᾿Ηλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν. 28 They replied, “Some say John the Baptist; others say Elijah; and still others, one of the prophets.” ¶
29 καὶ αὐτὸς λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός. 29 “But what about you?” he asked. “Who do you say I am?” Peter answered, “You are the Christ. ” ¶
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μη-δενὶ λέγωσι περὶ αὐτοῦ.¶ 30 Jesus warned them not to tell anyone about him. ¶
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρε-σβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀπο-κτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 31 He then began to teach them that the Son of Man must suffer many things and be rejected by the elders, chief priests and teachers of the law, and that he must be killed and after three days rise again.
32 καὶ παρ-ρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 32 He spoke plainly about this, and Peter took him aside and began to rebuke him. ¶
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μα-θητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.¶ 33 But when Jesus turned and looked at his disciples, he rebuked Peter. “Get behind me, Satan!” he said. “You do not have in mind the things of God, but the things of men.” ¶
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρ-νησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολου-θείτω μοι. 34 Then he called the crowd to him along with his disciples and said: “If anyone would come after me, he must deny himself and take up his cross and follow me.
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 35 For whoever wants to save his life will lose it, but whoever loses his life for me and for the gospel will save it.
36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζη-μιωθῇ τὴν ψυχὴν αὐτοῦ; 36 What good is it for a man to gain the whole world, yet forfeit his soul?
37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 37 Or what can a man give in exchange for his soul?
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. 38 If anyone is ashamed of me and my words in this adulterous and sinful generation, the Son of Man will be ashamed of him when he comes in his Father’s glory with the holy angels.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 9 Mark 9
1 Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδω-σι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.¶ 1 And he said to them, “I tell you the truth, some who are standing here will not taste death before they see the kingdom of God come with power.” ¶
2 Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 2 After six days Jesus took Peter, James and John with him and led them up a high mountain, where they were all alone. There he was transfigured before them.
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα κναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι. 3 His clothes became dazzling white, whiter than anyone in the world could bleach them.
4 καὶ ὤφθη αὐτοῖς ᾿Ηλίας σὺν Μωϋσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 4 And there appeared before them Elijah and Moses, who were talking with Jesus. ¶
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ ᾿Ηλίᾳ μίαν.¶ 5 Peter said to Jesus, “Rabbi, it is good for us to be here. Let us put up three shelters—one for you, one for Moses and one for Elijah.”
6 Οὐ γὰρ ᾔδει τί λαλήσει· ἦσαν γὰρ ἔκφοβοι. 6 (He did not know what to say, they were so frightened.) ¶
7 καὶ ἐγένε-το νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. 7 Then a cloud appeared and enveloped them, and a voice came from the cloud: “This is my Son, whom I love. Listen to him!” ¶
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν. 8 Suddenly, when they looked around, they no longer saw anyone with them except Jesus. ¶
9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 9 As they were coming down the mountain, Jesus gave them orders not to tell anyone what they had seen until the Son of Man had risen from the dead.
10 καὶ τὸν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νε-κρῶν ἀναστῆναι. 10 They kept the matter to themselves, discussing what “rising from the dead” meant. ¶
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγου-σιν οἱ γραμματεῖς ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον. 11 And they asked him, “Why do the teachers of the law say that Elijah must come first?” ¶
12 ὁ δὲ ἀπο-κριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολ- λὰ πάθῃ καὶ ἐξουδενωθῇ; 12 Jesus replied, “To be sure, Elijah does come first, and restores all things. Why then is it written that the Son of Man must suffer much and be rejected?
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ᾿Ηλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν.¶ 13 But I tell you, Elijah has come, and they have done to him everything they wished, just as it is written about him.” ¶
14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς. 14 When they came to the other disciples, they saw a large crowd around them and the teachers of the law arguing with them.
15 καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 15 As soon as all the people saw Jesus, they were overwhelmed with wonder and ran to greet him. ¶
16 καὶ ἐπηρώτησε τοὺς γραμματεῖς· τί συ-ζητεῖτε πρὸς αὐτούς; 16 “What are you arguing with them about?” he asked. ¶
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλα-λον. 17 A man in the crowd answered, “Teacher, I brought you my son, who is possessed by a spirit that has robbed him of speech.
18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 18 Whenever it seizes him, it throws him to the ground. He foams at the mouth, gnashes his teeth and becomes rigid. I asked your disciples to drive out the spirit, but they could not.” ¶
19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 19 “O unbelieving generation,” Jesus replied, “how long shall I stay with you? How long shall I put up with you? Bring the boy to me.” ¶
20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὸν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 20 So they brought him. When the spirit saw Jesus, it immediately threw the boy into a convulsion. He fell to the ground and rolled around, foaming at the mouth. ¶
21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν. 21 Jesus asked the boy’s father, “How long has he been like this?” “From childhood,” he answered.
22 καὶ πολ-λάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς. 22 “It has often thrown him into fire or water to kill him. But if you can do anything, take pity on us and help us.” ¶
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 23 “ ‘If you can’?” said Jesus. “Everything is possible for him who believes.” ¶
24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 24 Immediately the boy’s father exclaimed, “I do believe; help me overcome my unbelief!” ¶
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπε-τίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 25 When Jesus saw that a crowd was running to the scene, he rebuked the evil spirit. “You deaf and mute spirit,” he said, “I command you, come out of him and never enter him again.” ¶
26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολ-λοὺς λέγειν ὅτι ἀπέθανεν. 26 The spirit shrieked, convulsed him violently and came out. The boy looked so much like a corpse that many said, “He’s dead.”
27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 27 But Jesus took him by the hand and lifted him to his feet, and he stood up. ¶
28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 28 After Jesus had gone indoors, his disciples asked him privately, “Why couldn’t we drive it out?” ¶
29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νη-στείᾳ.¶ 29 He replied, “This kind can come out only by prayer. ” ¶
30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλι-λαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 30 They left that place and passed through Galilee. Jesus did not want anyone to know where they were,
31 ἐδίδασκε γὰρ τοὺς μα-θητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου πα-ραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 31 because he was teaching his disciples. He said to them, “The Son of Man is going to be betrayed into the hands of men. They will kill him, and after three days he will rise.”
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.¶ 32 But they did not understand what he meant and were afraid to ask him about it. ¶
33 Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; 33 They came to Capernaum. When he was in the house, he asked them, “What were you arguing about on the road?”
34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 34 But they kept quiet because on the way they had argued about who was the greatest. ¶
35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 35 Sitting down, Jesus called the Twelve and said, “If anyone wants to be first, he must be the very last, and the servant of all.” ¶
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 36 He took a little child and had him stand among them. Taking him in his arms, he said to them,
37 ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχε-ται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀπο-στείλαντά με.¶ 37 “Whoever welcomes one of these little children in my name welcomes me; and whoever welcomes me does not welcome me but the one who sent me.” ¶
38 Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδο-μέν τινα τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκο-λουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. 38 “Teacher,” said John, “we saw a man driving out demons in your name and we told him to stop, because he was not one of us.” ¶
39 ὁ δὲ Ἰησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κα-κολογῆσαί με. 39 “Do not stop him,” Jesus said. “No one who does a miracle in my name can in the next moment say anything bad about me,
40 ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 40 for whoever is not against us is for us.
41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 41 I tell you the truth, anyone who gives you a cup of water in my name because you belong to Christ will certainly not lose his reward. ¶
42 καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πι-στευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 42 “And if anyone causes one of these little ones who believe in me to sin, it would be better for him to be thrown into the sea with a large millstone tied around his neck.
43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 43 If your hand causes you to sin, cut it off. It is better for you to enter life maimed than with two hands to go into hell, where the fire never goes out.
44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 44
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 45 And if your foot causes you to sin, cut it off. It is better for you to enter life crippled than to have two feet and be thrown into hell.
46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 46
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασι-λείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός, 47 And if your eye causes you to sin, pluck it out. It is better for you to enter the kingdom of God with one eye than to have two eyes and be thrown into hell,
48 ὅπου ὁ σκώληξ οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 48 where “ ‘their worm does not die, and the fire is not quenched.’ ¶
49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 49 Everyone will be salted with fire. ¶
50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. 50 “Salt is good, but if it loses its saltiness, how can you make it salty again? Have salt in yourselves, and be at peace with each other.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 10 Mark 10
1 Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. 1 Jesus then left that place and went into the region of Judea and across the Jordan. Again crowds of people came to him, and as was his custom, he taught them. ¶
2 καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτησαν αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 2 Some Pharisees came and tested him by asking, “Is it lawful for a man to divorce his wife?” ¶
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωσῆς; 3 “What did Moses command you?” he replied. ¶
4 οἱ δὲ εἶπον· Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 4 They said, “Moses permitted a man to write a certificate of divorce and send her away.” ¶
5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 5 “It was because your hearts were hard that Moses wrote you this law,” Jesus replied.
6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· 6 “But at the beginning of creation God ‘made them male and female.’
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 7 ‘For this reason a man will leave his father and mother and be united to his wife,
8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία· 8 and the two will become one flesh.’ So they are no longer two, but one.
9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω-ριζέτω. 9 Therefore what God has joined together, let man not separate.” ¶
10 καὶ ἐν τῇ οἰκία πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν, 10 When they were in the house again, the disciples asked Jesus about this.
11 καὶ λέγει αὐτοῖς· ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 11 He answered, “Anyone who divorces his wife and marries another woman commits adultery against her.
12 καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.¶ 12 And if she divorces her husband and marries another man, she commits adultery.” ¶
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 13 People were bringing little children to Jesus to have him touch them, but the disciples rebuked them.
14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 14 When Jesus saw this, he was indignant. He said to them, “Let the little children come to me, and do not hinder them, for the kingdom of God belongs to such as these.
15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 15 I tell you the truth, anyone who will not receive the kingdom of God like a little child will never enter it.”
16 καὶ ἐναγκα-λισάμενος αὐτὰ τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά.¶ 16 And he took the children in his arms, put his hands on them and blessed them. ¶
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν τίς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 17 As Jesus started on his way, a man ran up to him and fell on his knees before him. “Good teacher,” he asked, “what must I do to inherit eternal life?” ¶
18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 18 “Why do you call me good?” Jesus answered. “No one is good—except God alone.
19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 19 You know the commandments: ‘Do not murder, do not commit adultery, do not steal, do not give false testimony, do not defraud, honor your father and mother.’ ” ¶
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 20 “Teacher,” he declared, “all these I have kept since I was a boy.” ¶
21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σοι ὑστε-ρεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θη-σαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυ-ρόν. 21 Jesus looked at him and loved him. “One thing you lack,” he said. “Go, sell everything you have and give to the poor, and you will have treasure in heaven. Then come, follow me.” ¶
22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.¶ 22 At this the man’s face fell. He went away sad, because he had great wealth. ¶
23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασι-λείαν τοῦ Θεοῦ εἰσελεύσονται. 23 Jesus looked around and said to his disciples, “How hard it is for the rich to enter the kingdom of God!” ¶
24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμα-σιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· 24 The disciples were amazed at his words. But Jesus said again, “Children, how hard it is to enter the kingdom of God!
25 εὐκοπώτερόν γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς της ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 It is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God.” ¶
26 οἱ δὲ πε-ρισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; 26 The disciples were even more amazed, and said to each other, “Who then can be saved?” ¶
27 ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 27 Jesus looked at them and said, “With man this is impossible, but not with God; all things are possible with God.” ¶
28 Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. 28 Peter said to him, “We have left everything to follow you!” ¶
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 29 “I tell you the truth,” Jesus replied, “no one who has left home or brothers or sisters or mother or father or children or fields for me and the gospel
30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 30 will fail to receive a hundred times as much in this present age (homes, brothers, sisters, mothers, children and fields—and with them, persecutions) and in the age to come, eternal life.
31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.¶ 31 But many who are first will be last, and the last first.” ¶
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολου-θοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξα-το αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 32 They were on their way up to Jerusalem, with Jesus leading the way, and the disciples were astonished, while those who followed were afraid. Again he took the Twelve aside and told them what was going to happen to him.
33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα-δοθήσεται τοῖς ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσι, καὶ κατα-κρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνε-σι, 33 “We are going up to Jerusalem,” he said, “and the Son of Man will be betrayed to the chief priests and teachers of the law. They will condemn him to death and will hand him over to the Gentiles,
34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.¶ 34 who will mock him and spit on him, flog him and kill him. Three days later he will rise.” ¶
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. 35 Then James and John, the sons of Zebedee, came to him. “Teacher,” they said, “we want you to do for us whatever we ask.” ¶
36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; 36 “What do you want me to do for you?” he asked. ¶
37 οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δε-ξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 37 They replied, “Let one of us sit at your right and the other at your left in your glory.” ¶
38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζο-μαι βαπτισθῆναι; 38 “You don’t know what you are asking,” Jesus said. “Can you drink the cup I drink or be baptized with the baptism I am baptized with?” ¶
39 οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 39 “We can,” they answered. Jesus said to them, “You will drink the cup I drink and be baptized with the baptism I am baptized with,
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. 40 but to sit at my right or left is not for me to grant. These places belong to those for whom they have been prepared.” ¶
41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 41 When the ten heard about this, they became indignant with James and John.
42 ὁ δὲ Ἰησοῦς προ- σκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· 42 Jesus called them together and said, “You know that those who are regarded as rulers of the Gentiles lord it over them, and their high officials exercise authority over them.
43 οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 43 Not so with you. Instead, whoever wants to become great among you must be your servant,
44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· 44 and whoever wants to be first must be slave of all.
45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.¶ 45 For even the Son of Man did not come to be served, but to serve, and to give his life as a ransom for many.” ¶
46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τι-μαίου Βαρτιμαῖος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προ-σαιτῶν. 46 Then they came to Jericho. As Jesus and his disciples, together with a large crowd, were leaving the city, a blind man, Bartimaeus (that is, the Son of Timaeus), was sitting by the roadside begging.
47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξα-το κράζειν καὶ λέγειν· Ὁ υἱος Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. 47 When he heard that it was Jesus of Nazareth, he began to shout, “Jesus, Son of David, have mercy on me!” ¶
48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυὶδ, ἐλέησόν με. 48 Many rebuked him and told him to be quiet, but he shouted all the more, “Son of David, have mercy on me!” ¶
49 καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειραι· φωνεῖ σε. 49 Jesus stopped and said, “Call him.” So they called to the blind man, “Cheer up! On your feet! He’s calling you.”
50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 50 Throwing his cloak aside, he jumped to his feet and came to Jesus. ¶
51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί θέλεις ποιήσω σοι; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥα-βουνί, ἵνα ἀναβλέψω. 51 “What do you want me to do for you?” Jesus asked him. The blind man said, “Rabbi, I want to see.” ¶
52 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθησε τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. 52 “Go,” said Jesus, “your faith has healed you.” Immediately he received his sight and followed Jesus along the road. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 11 Mark 11
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 1 As they approached Jerusalem and came to Bethphage and Bethany at the Mount of Olives, Jesus sent two of his disciples,
2 καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε. 2 saying to them, “Go to the village ahead of you, and just as you enter it, you will find a colt tied there, which no one has ever ridden. Untie it and bring it here.
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστέλλει ὧδε. 3 If anyone asks you, ‘Why are you doing this?’ tell him, ‘The Lord needs it and will send it back here shortly.’ ” ¶
4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 4 They went and found a colt outside in the street, tied at a doorway. As they untied it,
5 καί τινες τῶν ἐκεῖ ἑστώτων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον; 5 some people standing there asked, “What are you doing, untying that colt?”
6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. 6 They answered as Jesus had told them to, and the people let them go.
7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ. 7 When they brought the colt to Jesus and threw their cloaks over it, he sat on it.
8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. 8 Many people spread their cloaks on the road, while others spread branches they had cut in the fields.
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκρα-ζον λέγοντες· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 9 Those who went ahead and those who followed shouted, “Hosanna! ” “Blessed is he who comes in the name of the Lord!”
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρός ἡμῶν Δαυίδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10 “Blessed is the coming kingdom of our father David!” “Hosanna in the highest!” ¶
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.¶ 11 Jesus entered Jerusalem and went to the temple. He looked around at everything, but since it was already late, he went out to Bethany with the Twelve. ¶
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε· 12 The next day as they were leaving Bethany, Jesus was hungry.
13 καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. 13 Seeing in the distance a fig tree in leaf, he went to find out if it had any fruit. When he reached it, he found nothing but leaves, because it was not the season for figs.
14 καὶ ἀποκριθεὶς ὁ Ἰη-σοῦς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγη. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.¶ 14 Then he said to the tree, “May no one ever eat fruit from you again.” And his disciples heard him say it. ¶
15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζο-ντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε, 15 On reaching Jerusalem, Jesus entered the temple area and began driving out those who were buying and selling there. He overturned the tables of the money changers and the benches of those selling doves,
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 16 and would not allow anyone to carry merchandise through the temple courts.
17 καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. 17 And as he taught them, he said, “Is it not written: “ ‘My house will be called a house of prayer for all nations’ ? ¶ But you have made it ‘a den of robbers.’ ” ¶
18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 18 The chief priests and the teachers of the law heard this and began looking for a way to kill him, for they feared him, because the whole crowd was amazed at his teaching. ¶
19 καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.¶ 19 When evening came, they went out of the city. ¶
20 Καὶ πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμ-μένην ἐκ ῥιζῶν. 20 In the morning, as they went along, they saw the fig tree withered from the roots.
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 21 Peter remembered and said to Jesus, “Rabbi, look! The fig tree you cursed has withered!” ¶
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ. 22 “Have faith in God,” Jesus answered.
23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πι-στεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. 23 “I tell you the truth, if anyone says to this mountain, ‘Go, throw yourself into the sea,’ and does not doubt in his heart but believes that what he says will happen, it will be done for him.
24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πι-στεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. 24 Therefore I tell you, whatever you ask for in prayer, believe that you have received it, and it will be yours.
25 καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 25 And when you stand praying, if you hold anything against anyone, forgive him, so that your Father in heaven may forgive you your sins.” ¶
26 εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.¶ 26
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῶ ἱερῷ πε-ριπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 27 They arrived again in Jerusalem, and while Jesus was walking in the temple courts, the chief priests, the teachers of the law and the elders came to him.
28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς; 28 “By what authority are you doing these things?” they asked. “And who gave you authority to do this?” ¶
29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπε-ρωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 29 Jesus replied, “I will ask you one question. Answer me, and I will tell you by what authority I am doing these things.
30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων. 30 John’s baptism—was it from heaven, or from men? Tell me!” ¶
31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὖν οὐκ ἐπι-στεύσατε αὐτῷ; 31 They discussed it among themselves and said, “If we say, ‘From heaven,’ he will ask, ‘Then why didn’t you believe him?’
32 ἀλλ᾿ εἴπωμεν, ἐξ ἀνθρώπων; ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν. 32 But if we say, ‘From men’….” (They feared the people, for everyone held that John really was a prophet.) ¶
33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 33 So they answered Jesus, “We don’t know.” Jesus said, “Neither will I tell you by what authority I am doing these things.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 12 Mark 12
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυ-ξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γε-ωργοῖς καὶ ἀπεδήμησε. 1 He then began to speak to them in parables: “A man planted a vineyard. He put a wall around it, dug a pit for the winepress and built a watchtower. Then he rented the vineyard to some farmers and went away on a journey.
2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 2 At harvest time he sent a servant to the tenants to collect from them some of the fruit of the vineyard.
3 οἱ δὲ λαβόντες αὐτὸν ἔδηραν καὶ ἀπέστει-λαν κενόν. 3 But they seized him, beat him and sent him away empty-handed.
4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτι- μωμένον. 4 Then he sent another servant to them; they struck this man on the head and treated him shamefully.
5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δαίροντες, τοὺς δὲ ἀποκτένο-ντες. 5 He sent still another, and that one they killed. He sent many others; some of them they beat, others they killed. ¶
6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου. 6 “He had one left to send, a son, whom he loved. He sent him last of all, saying, ‘They will respect my son.’ ¶
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ, εἶπον πρὸς ἑαυτοὺς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 7 “But the tenants said to one another, ‘This is the heir. Come, let’s kill him, and the inheritance will be ours.’
8 καὶ λαβόντες αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. 8 So they took him and killed him, and threw him out of the vineyard. ¶
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 9 “What then will the owner of the vineyard do? He will come and kill those tenants and give the vineyard to others.
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 10 Haven’t you read this scripture: “ ‘The stone the builders rejected has become the capstone ;
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυ-μαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 11 the Lord has done this, and it is marvelous in our eyes’ ?” ¶
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.¶ 12 Then they looked for a way to arrest him because they knew he had spoken the parable against them. But they were afraid of the crowd; so they left him and went away. ¶
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 13 Later they sent some of the Pharisees and Herodians to Jesus to catch him in his words.
14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. ἔξεστιν κῆνσον Καίσαρι δοῦναι ἢ οὔ; 14 They came to him and said, “Teacher, we know you are a man of integrity. You aren’t swayed by men, because you pay no attention to who they are; but you teach the way of God in accordance with the truth. Is it right to pay taxes to Caesar or not?
15 δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω· 15 Should we pay or shouldn’t we?” ¶ But Jesus knew their hypocrisy. “Why are you trying to trap me?” he asked. “Bring me a denarius and let me look at it.”
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 16 They brought the coin, and he asked them, “Whose portrait is this? And whose inscription?” ¶ “Caesar’s,” they replied. ¶
17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμα-σαν ἐπ᾿ αὐτῷ.¶ 17 Then Jesus said to them, “Give to Caesar what is Caesar’s and to God what is God’s.” And they were amazed at him. ¶
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγου-σιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· 18 Then the Sadducees, who say there is no resurrection, came to him with a question.
19 διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 19 “Teacher,” they said, “Moses wrote for us that if a man’s brother dies and leaves a wife but no children, the man must marry the widow and have children for his brother.
20 ἑπτὰ ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα. 20 Now there were seven brothers. The first one married and died without leaving any children.
21 καὶ ὁ δεύτε-ρος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρ-μα. καὶ ὁ τρίτος ὡσαύτως. 21 The second one married the widow, but he also died, leaving no child. It was the same with the third.
22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. 22 In fact, none of the seven left any children. Last of all, the woman died too.
23 ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 23 At the resurrection whose wife will she be, since the seven were married to her?” ¶
24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 24 Jesus replied, “Are you not in error because you do not know the Scriptures or the power of God?
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 25 When the dead rise, they will neither marry nor be given in marriage; they will be like the angels in heaven.
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος, ἐπὶ τοῦ βάτου ὡς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; 26 Now about the dead rising—have you not read in the book of Moses, in the account of the bush, how God said to him, ‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’ ?
27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν ἀλλὰ Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.¶ 27 He is not the God of the dead, but of the living. You are badly mistaken!” ¶
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἐιδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶν πρώτη πασῶν ἐντολή; 28 One of the teachers of the law came and heard them debating. Noticing that Jesus had given them a good answer, he asked him, “Of all the commandments, which is the most important?” ¶
29 ὁ δὲ Ἰησοῦς ἀπε-κρίθη αὐτῷ ὅτι πρώτη πασῶν τῶν ἐντολῶν· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς υμῶν Κύριος εἷς ἐστιν· 29 “The most important one,” answered Jesus, “is this: ‘Hear, O Israel, the Lord our God, the Lord is one.
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή. 30 Love the Lord your God with all your heart and with all your soul and with all your mind and with all your strength.’
31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 31 The second is this: ‘Love your neighbor as yourself.’ There is no commandment greater than these.” ¶
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, δι-δάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 32 “Well said, teacher,” the man replied. “You are right in saying that God is one and there is no other but him.
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 33 To love him with all your heart, with all your understanding and with all your strength, and to love your neighbor as yourself is more important than all burnt offerings and sacrifices.” ¶
34 καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπε-ρωτῆσαι.¶ 34 When Jesus saw that he had answered wisely, he said to him, “You are not far from the kingdom of God.” And from then on no one dared ask him any more questions. ¶
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστιν Δαυὶδ; 35 While Jesus was teaching in the temple courts, he asked, “How is it that the teachers of the law say that the Christ is the son of David?
36 αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 David himself, speaking by the Holy Spirit, declared: “ ‘The Lord said to my Lord: “Sit at my right hand until I put your enemies under your feet.” ’ ¶
37 αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.¶ 37 David himself calls him ‘Lord.’ How then can he be his son?” The large crowd listened to him with delight. ¶
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 38 As he taught, Jesus said, “Watch out for the teachers of the law. They like to walk around in flowing robes and be greeted in the marketplaces,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις. 39 and have the most important seats in the synagogues and the places of honor at banquets.
40 οἱ κατε-σθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευ-χόμενοι, οὗτοι λήψονται περισσότερον κρῖμα.¶ 40 They devour widows’ houses and for a show make lengthy prayers. Such men will be punished most severely.” ¶
41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλον πολλά· 41 Jesus sat down opposite the place where the offerings were put and watched the crowd putting their money into the temple treasury. Many rich people threw in large amounts.
42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. 42 But a poor widow came and put in two very small copper coins, worth only a fraction of a penny. ¶
43 καὶ προσκαλε-σάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλ-λόντων εἰς τὸ γαζοφυλάκιον· 43 Calling his disciples to him, Jesus said, “I tell you the truth, this poor widow has put more into the treasury than all the others.
44 πάντες γὰρ ἐκ τοῦ περισσεύο-ντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς. 44 They all gave out of their wealth; but she, out of her poverty, put in everything—all she had to live on.” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 13 Mark 13
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 1 As he was leaving the temple, one of his disciples said to him, “Look, Teacher! What massive stones! What magnificent buildings!” ¶
2 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθῳ ὃς οὐ μὴ καταλυθῇ.¶ 2 “Do you see all these great buildings?” replied Jesus. “Not one stone here will be left on another; every one will be thrown down.” ¶
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 3 As Jesus was sitting on the Mount of Olives opposite the temple, Peter, James, John and Andrew asked him privately,
4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 4 “Tell us, when will these things happen? And what will be the sign that they are all about to be fulfilled?” ¶
5 ὁ δὲ Ἰη-σοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 Jesus said to them: “Watch out that no one deceives you.
6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγο-ντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 6 Many will come in my name, claiming, ‘I am he,’ and will deceive many.
7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. 7 When you hear of wars and rumors of wars, do not be alarmed. Such things must happen, but the end is still to come.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα. 8 Nation will rise against nation, and kingdom against kingdom. There will be earthquakes in various places, and famines. These are the beginning of birth pains. ¶
9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 9 “You must be on your guard. You will be handed over to the local councils and flogged in the synagogues. On account of me you will stand before governors and kings as witnesses to them.
10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 10 And the gospel must first be preached to all nations.
11 ὅταν δὲ ἅγωσι ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσετε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 11 Whenever you are arrested and brought to trial, do not worry beforehand about what to say. Just say whatever is given you at the time, for it is not you speaking, but the Holy Spirit. ¶
12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 12 “Brother will betray brother to death, and a father his child. Children will rebel against their parents and have them put to death.
13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 13 All men will hate you because of me, but he who stands firm to the end will be saved. ¶
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ ὁ ἀνα-γινώσκων νοείτω τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 14 “When you see ‘the abomination that causes desolation’ standing where it does not belong—let the reader understand—then let those who are in Judea flee to the mountains.
15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, 15 Let no one on the roof of his house go down or enter the house to take anything out.
16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 16 Let no one in the field go back to get his cloak.
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 17 How dreadful it will be in those days for pregnant women and nursing mothers!
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. 18 Pray that this will not take place in winter,
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 19 because those will be days of distress unequaled from the beginning, when God created the world, until now—and never to be equaled again.
20 καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλε-κτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. 20 If the Lord had not cut short those days, no one would survive. But for the sake of the elect, whom he has chosen, he has shortened them.
21 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. 21 At that time if anyone says to you, ‘Look, here is the Christ !’ or, ‘Look, there he is!’ do not believe it.
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 22 For false Christs and false prophets will appear and perform signs and miracles to deceive the elect—if that were possible.
23 ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. 23 So be on your guard; I have told you everything ahead of time. ¶
24 ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 24 “But in those days, following that distress, “ ‘the sun will be darkened, and the moon will not give its light;
25 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτο-ντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 25 the stars will fall from the sky, and the heavenly bodies will be shaken.’ ¶
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 26 “At that time men will see the Son of Man coming in clouds with great power and glory.
27 καὶ τότε ἀπο-στελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.¶ 27 And he will send his angels and gather his elect from the four winds, from the ends of the earth to the ends of the heavens. ¶
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκε-ται ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 28 “Now learn this lesson from the fig tree: As soon as its twigs get tender and its leaves come out, you know that summer is near.
29 οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 29 Even so, when you see these things happening, you know that it is near, right at the door.
30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται. 30 I tell you the truth, this generation will certainly not pass away until all these things have happened.
31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 31 Heaven and earth will pass away, but my words will never pass away. ¶
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ὁι ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ Πατήρ. 32 “No one knows about that day or hour, not even the angels in heaven, nor the Son, but only the Father.
33 Βλέπετε, ἀγρυπνεῖτε προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 33 Be on guard! Be alert ! You do not know when that time will come.
34 ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνε-τείλατο ἵνα γρηγορῇ. 34 It’s like a man going away: He leaves his house and puts his servants in charge, each with his assigned task, and tells the one at the door to keep watch. ¶
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτορο-φωνίας ἢ πρωΐ· 35 “Therefore keep watch because you do not know when the owner of the house will come back—whether in the evening, or at midnight, or when the rooster crows, or at dawn.
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 36 If he comes suddenly, do not let him find you sleeping.
37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε. 37 What I say to you, I say to everyone: ‘Watch!’ ” ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 14 Mark 14
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. 1 Now the Passover and the Feast of Unleavened Bread were only two days away, and the chief priests and the teachers of the law were looking for some sly way to arrest Jesus and kill him.
2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.¶ 2 “But not during the Feast,” they said, “or the people may riot.” ¶
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. 3 While he was in Bethany, reclining at the table in the home of a man known as Simon the Leper, a woman came with an alabaster jar of very expensive perfume, made of pure nard. She broke the jar and poured the perfume on his head. ¶
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 4 Some of those present were saying indignantly to one another, “Why this waste of perfume?
5 ἠδύνατο γὰρ τοῦτο πρα-θῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 5 It could have been sold for more than a year’s wages and the money given to the poor.” And they rebuked her harshly. ¶
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. 6 “Leave her alone,” said Jesus. “Why are you bothering her? She has done a beautiful thing to me.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλη-τε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 7 The poor you will always have with you, and you can help them any time you want. But you will not always have me.
8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. 8 She did what she could. She poured perfume on my body beforehand to prepare for my burial.
9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγ-γέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαλη-θήσεται εἰς μνημόσυνον αὐτῆς.¶ 9 I tell you the truth, wherever the gospel is preached throughout the world, what she has done will also be told, in memory of her.” ¶
10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 10 Then Judas Iscariot, one of the Twelve, went to the chief priests to betray Jesus to them.
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.¶ 11 They were delighted to hear this and promised to give him money. So he watched for an opportunity to hand him over. ¶
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομεν ἵνα φάγῃς τὸ πάσχα; 12 On the first day of the Feast of Unleavened Bread, when it was customary to sacrifice the Passover lamb, Jesus’ disciples asked him, “Where do you want us to go and make preparations for you to eat the Passover?” ¶
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκο-λουθήσατε αὐτῷ, 13 So he sent two of his disciples, telling them, “Go into the city, and a man carrying a jar of water will meet you. Follow him.
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδε-σπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 14 Say to the owner of the house he enters, ‘The Teacher asks: Where is my guest room, where I may eat the Passover with my disciples?’
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεων μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 15 He will show you a large upper room, furnished and ready. Make preparations for us there.” ¶
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 16 The disciples left, went into the city and found things just as Jesus had told them. So they prepared the Passover. ¶
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 17 When evening came, Jesus arrived with the Twelve.
18 καὶ ἀνα-κειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. 18 While they were reclining at the table eating, he said, “I tell you the truth, one of you will betray me—one who is eating with me.” ¶
19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ; 19 They were saddened, and one by one they said to him, “Surely not I?” ¶
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. 20 “It is one of the Twelve,” he replied, “one who dips bread into the bowl with me.
21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου πα-ραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 21 The Son of Man will go just as it is written about him. But woe to that man who betrays the Son of Man! It would be better for him if he had not been born.” ¶
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγε-τε· τοῦτό ἐστι τὸ σῶμά μου. 22 While they were eating, Jesus took bread, gave thanks and broke it, and gave it to his disciples, saying, “Take it; this is my body.” ¶
23 Καὶ λαβὼν τὸ ποτήριον εὐχαρι-στήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 23 Then he took the cup, gave thanks and offered it to them, and they all drank from it. ¶
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. 24 “This is my blood of the covenant, which is poured out for many,” he said to them.
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.¶ 25 “I tell you the truth, I will not drink again of the fruit of the vine until that day when I drink it anew in the kingdom of God.” ¶
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 26 When they had sung a hymn, they went out to the Mount of Olives. ¶
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα· 27 “You will all fall away,” Jesus told them, “for it is written: “ ‘I will strike the shepherd, and the sheep will be scattered.’ ¶
28 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 28 But after I have risen, I will go ahead of you into Galilee.” ¶
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ. 29 Peter declared, “Even if all fall away, I will not.” ¶
30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 30 “I tell you the truth,” Jesus answered, “today—yes, tonight—before the rooster crows twice you yourself will disown me three times.” ¶
31 ὁ δὲ ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.¶ 31 But Peter insisted emphatically, “Even if I have to die with you, I will never disown you.” And all the others said the same. ¶
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξομαι. 32 They went to a place called Gethsemane, and Jesus said to his disciples, “Sit here while I pray.”
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν 33 He took Peter, James and John along with him, and he began to be deeply distressed and troubled.
34 καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 34 “My soul is overwhelmed with sorrow to the point of death,” he said to them. “Stay here and keep watch.” ¶
35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα, 35 Going a little farther, he fell to the ground and prayed that if possible the hour might pass from him.
36 καὶ ἔλεγεν· Ἀββᾶ ὁ Πατήρ, πάντα δυνατά σοι· παρένεγκαι τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.¶ 36 “Abba, Father,” he said, “everything is possible for you. Take this cup from me. Yet not what I will, but what you will.” ¶
37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσας μίαν ὥραν γρηγορῆσαι; 37 Then he returned to his disciples and found them sleeping. “Simon,” he said to Peter, “are you asleep? Could you not keep watch for one hour?
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 38 Watch and pray so that you will not fall into temptation. The spirit is willing, but the body is weak.” ¶
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 39 Once more he went away and prayed the same thing.
40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. 40 When he came back, he again found them sleeping, because their eyes were heavy. They did not know what to say to him. ¶
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτω-λῶν· 41 Returning the third time, he said to them, “Are you still sleeping and resting? Enough! The hour has come. Look, the Son of Man is betrayed into the hands of sinners.
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.¶ 42 Rise! Let us go! Here comes my betrayer!” ¶
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς ὣν τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαι-ρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 43 Just as he was speaking, Judas, one of the Twelve, appeared. With him was a crowd armed with swords and clubs, sent from the chief priests, the teachers of the law, and the elders. ¶
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσση-μον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 44 Now the betrayer had arranged a signal with them: “The one I kiss is the man; arrest him and lead him away under guard.”
45 καὶ ἐλθὼν εὐθέως προσελ-θὼν αὐτῷ λέγει αὐτῷ· ῥαββί, ῥαββί καὶ κατεφίλησεν αὐτόν. 45 Going at once to Jesus, Judas said, “Rabbi!” and kissed him.
46 οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 46 The men seized Jesus and arrested him.
47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 47 Then one of those standing near drew his sword and struck the servant of the high priest, cutting off his ear. ¶
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· 48 “Am I leading a rebellion,” said Jesus, “that you have come out with swords and clubs to capture me?
49 καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 49 Every day I was with you, teaching in the temple courts, and you did not arrest me. But the Scriptures must be fulfilled.”
50 καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον. 50 Then everyone deserted him and fled. ¶
51 Καὶ εἷς τις νεανίσκος ἠκο-λούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι. 51 A young man, wearing nothing but a linen garment, was following Jesus. When they seized him,
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.¶ 52 he fled naked, leaving his garment behind. ¶
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 53 They took Jesus to the high priest, and all the chief priests, elders and teachers of the law came together.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκα-θήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 54 Peter followed him at a distance, right into the courtyard of the high priest. There he sat with the guards and warmed himself at the fire. ¶
55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον· 55 The chief priests and the whole Sanhedrin were looking for evidence against Jesus so that they could put him to death, but they did not find any.
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρ-τυρίαι οὐκ ἦσαν. 56 Many testified falsely against him, but their statements did not agree. ¶
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες 57 Then some stood up and gave this false testimony against him:
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 58 “We heard him say, ‘I will destroy this man-made temple and in three days will build another, not made by man.’ ”
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 59 Yet even then their testimony did not agree. ¶
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησε τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 60 Then the high priest stood up before them and asked Jesus, “Are you not going to answer? What is this testimony that these men are bringing against you?”
61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπε-κρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 61 But Jesus remained silent and gave no answer. ¶ Again the high priest asked him, “Are you the Christ, the Son of the Blessed One?” ¶
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 62 “I am,” said Jesus. “And you will see the Son of Man sitting at the right hand of the Mighty One and coming on the clouds of heaven.” ¶
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 63 The high priest tore his clothes. “Why do we need any more witnesses?” he asked.
64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 64 “You have heard the blasphemy. What do you think?” ¶ They all condemned him as worthy of death.
65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περι-καλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.¶ 65 Then some began to spit at him; they blindfolded him, struck him with their fists, and said, “Prophesy!” And the guards took him and beat him. ¶
66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 66 While Peter was below in the courtyard, one of the servant girls of the high priest came by.
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερ-μαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρη-νοῦ Ἰησοῦ ἦσθα. 67 When she saw Peter warming himself, she looked closely at him. ¶ “You also were with that Nazarene, Jesus,” she said. ¶
68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 68 But he denied it. “I don’t know or understand what you’re talking about,” he said, and went out into the entryway. ¶
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν. 69 When the servant girl saw him there, she said again to those standing around, “This fellow is one of them.”
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 70 Again he denied it. ¶ After a little while, those standing near said to Peter, “Surely you are one of them, for you are a Galilean.” ¶
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 71 He began to call down curses on himself, and he swore to them, “I don’t know this man you’re talking about.” ¶
72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε. 72 Immediately the rooster crowed the second time. Then Peter remembered the word Jesus had spoken to him: “Before the rooster crows twice you will disown me three times.” And he broke down and wept. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 15 Mark 15
1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 1 Very early in the morning, the chief priests, with the elders, the teachers of the law and the whole Sanhedrin, reached a decision. They bound Jesus, led him away and handed him over to Pilate. ¶
2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· σὺ λέγεις. 2 “Are you the king of the Jews?” asked Pilate. “Yes, it is as you say,” Jesus replied. ¶
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 3 The chief priests accused him of many things.
4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. 4 So again Pilate asked him, “Aren’t you going to answer? See how many things they are accusing you of.” ¶
5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.¶ 5 But Jesus still made no reply, and Pilate was amazed. ¶
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 6 Now it was the custom at the Feast to release a prisoner whom the people requested.
7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασια-στῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 7 A man called Barabbas was in prison with the insurrectionists who had committed murder in the uprising.
8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 8 The crowd came up and asked Pilate to do for them what he usually did. ¶
9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 9 “Do you want me to release to you the king of the Jews?” asked Pilate,
10 ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 10 knowing it was out of envy that the chief priests had handed Jesus over to him.
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 11 But the chief priests stirred up the crowd to have Pilate release Barabbas instead. ¶
12 ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰου-δαίων; 12 “What shall I do, then, with the one you call the king of the Jews?” Pilate asked them. ¶
13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. 13 “Crucify him!” they shouted. ¶
14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ κακόν ἐποίησεν; οἱ δὲ περισ-σοτέρως ἔκραξαν· σταύρωσον αὐτόν. 14 “Why? What crime has he committed?” asked Pilate. But they shouted all the louder, “Crucify him!” ¶
15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυ-ρωθῇ.¶ 15 Wanting to satisfy the crowd, Pilate released Barabbas to them. He had Jesus flogged, and handed him over to be crucified. ¶
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν· 16 The soldiers led Jesus away into the palace (that is, the Praetorium) and called together the whole company of soldiers.
17 καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 17 They put a purple robe on him, then twisted together a crown of thorns and set it on him.
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν. καὶ λέγειν, χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· 18 And they began to call out to him, “Hail, king of the Jews!”
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 19 Again and again they struck him on the head with a staff and spit on him. Falling on their knees, they paid homage to him.
20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυ-σαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.¶ 20 And when they had mocked him, they took off the purple robe and put his own clothes on him. Then they led him out to crucify him. ¶
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 21 A certain man from Cyrene, Simon, the father of Alexander and Rufus, was passing by on his way in from the country, and they forced him to carry the cross.
22 καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολ-γοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος. 22 They brought Jesus to the place called Golgotha (which means The Place of the Skull).
23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. 23 Then they offered him wine mixed with myrrh, but he did not take it.
24 καὶ σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ᾿ αὐτὰ τίς τί ἄρῃ. 24 And they crucified him. Dividing up his clothes, they cast lots to see what each would get. ¶
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 25 It was the third hour when they crucified him.
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ¶ 26 The written notice of the charge against him read: THE KING OF THE JEWS.
27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 27 They crucified two robbers with him, one on his right and one on his left.
28 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη.¶ 28
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 29 Those who passed by hurled insults at him, shaking their heads and saying, “So! You who are going to destroy the temple and build it in three days,
30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 30 come down from the cross and save yourself!” ¶
31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζο-ντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 31 In the same way the chief priests and the teachers of the law mocked him among themselves. “He saved others,” they said, “but he can’t save himself!
32 ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.¶ 32 Let this Christ, this King of Israel, come down now from the cross, that we may see and believe.” Those crucified with him also heaped insults on him. ¶
33 Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης· 33 At the sixth hour darkness came over the whole land until the ninth hour.
34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰη-σοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωΐ Ἐλωΐ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; 34 And at the ninth hour Jesus cried out in a loud voice, “Eloi, Eloi, lama sabachthani?” —which means, “My God, my God, why have you forsaken me?” ¶
35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἰδοὺ ᾿Ηλίαν φωνεῖ. 35 When some of those standing near heard this, they said, “Listen, he’s calling Elijah.” ¶
36 δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. 36 One man ran, filled a sponge with wine vinegar, put it on a stick, and offered it to Jesus to drink. “Now leave him alone. Let’s see if Elijah comes to take him down,” he said. ¶
37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 37 With a loud cry, Jesus breathed his last. ¶
38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 38 The curtain of the temple was torn in two from top to bottom.
39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρε-στηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ. 39 And when the centurion, who stood there in front of Jesus, heard his cry and saw how he died, he said, “Surely this man was the Son of God!” ¶
40 Ἦσαν δὲ καὶ γυ-ναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδα-ληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 40 Some women were watching from a distance. Among them were Mary Magdalene, Mary the mother of James the younger and of Joses, and Salome.
41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.¶ 41 In Galilee these women had followed him and cared for his needs. Many other women who had come up with him to Jerusalem were also there. ¶
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ παρασκευή ἦν, ὅ ἐστι προσάββατον, 42 It was Preparation Day (that is, the day before the Sabbath). So as evening approached,
43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 43 Joseph of Arimathea, a prominent member of the Council, who was himself waiting for the kingdom of God, went boldly to Pilate and asked for Jesus’ body.
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 44 Pilate was surprised to hear that he was already dead. Summoning the centurion, he asked him if Jesus had already died.
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 45 When he learned from the centurion that it was so, he gave the body to Joseph.
46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 46 So Joseph bought some linen cloth, took down the body, wrapped it in the linen, and placed it in a tomb cut out of rock. Then he rolled a stone against the entrance of the tomb.
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. 47 Mary Magdalene and Mary the mother of Joses saw where he was laid. ¶
ΚΑΤΑ ΜΑΡΚΟΝ 16 Mark 16
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαλη-νὴ καὶ Μαρία Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. 1 When the Sabbath was over, Mary Magdalene, Mary the mother of James, and Salome bought spices so that they might go to anoint Jesus’ body.
2 καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλα-ντος τοῦ ἡλίου. 2 Very early on the first day of the week, just after sunrise, they were on their way to the tomb
3 καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 3 and they asked each other, “Who will roll the stone away from the entrance of the tomb?” ¶
4 καὶ ἀναβλέψασαι θε-ωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 4 But when they looked up, they saw that the stone, which was very large, had been rolled away.
5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμ-βήθησαν. 5 As they entered the tomb, they saw a young man dressed in a white robe sitting on the right side, and they were alarmed. ¶
6 ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζη-τεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 6 “Don’t be alarmed,” he said. “You are looking for Jesus the Nazarene, who was crucified. He has risen! He is not here. See the place where they laid him.
7 ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 7 But go, tell his disciples and Peter, ‘He is going ahead of you into Galilee. There you will see him, just as he told you.’ ” ¶
8 καὶ ἐξελ-θοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.¶ 8 Trembling and bewildered, the women went out and fled from the tomb. They said nothing to anyone, because they were afraid. The most reliable early manuscripts and other ancient witnesses do not have Mark 16:9-20. ¶
9 Ἀναστὰς δὲ ὁ Ἰησοὺς πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαι-μόνια. 9 When Jesus rose early on the first day of the week, he appeared first to Mary Magdalene, out of whom he had driven seven demons.
10 ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γε-νομένοις, πενθοῦσι καὶ κλαίουσι. 10 She went and told those who had been with him and who were mourning and weeping.
11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. 11 When they heard that Jesus was alive and that she had seen him, they did not believe it. ¶
12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευ-ομένοις εἰς ἀγρόν. 12 Afterward Jesus appeared in a different form to two of them while they were walking in the country.
13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. 13 These returned and reported it to the rest; but they did not believe them either. ¶
14 Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγη-γερμένον οὐκ ἐπίστευσαν. 14 Later Jesus appeared to the Eleven as they were eating; he rebuked them for their lack of faith and their stubborn refusal to believe those who had seen him after he had risen. ¶
15 καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 15 He said to them, “Go into all the world and preach the good news to all creation.
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 16 Whoever believes and is baptized will be saved, but whoever does not believe will be condemned.
17 σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακο-λουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· 17 And these signs will accompany those who believe: In my name they will drive out demons; they will speak in new tongues;
18 ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίω- σιν, οὐ μὴ αὐτοὺς βλάψῃ· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. 18 they will pick up snakes with their hands; and when they drink deadly poison, it will not hurt them at all; they will place their hands on sick people, and they will get well.” ¶
19 Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. 19 After the Lord Jesus had spoken to them, he was taken up into heaven and he sat at the right hand of God.
20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπα-κολουθούντων σημείων. Ἀμήν. 20 Then the disciples went out and preached everywhere, and the Lord worked with them and confirmed his word by the signs that accompanied it.
Advertisements
%d bloggers like this: