Signs and Seasons, Days and Years

Home » Scripture » 2 John

2 John

ΙΩΑΝΝΟΥ Β 1 2 John 1
1 Ὁ πρεσβύτερος, ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 1 The elder, To the chosen lady and her children, whom I love in the truth—and not I only, but also all who know the truth—
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 2 because of the truth, which lives in us and will be with us forever: ¶
3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.¶ 3 Grace, mercy and peace from God the Father and from Jesus Christ, the Father’s Son, will be with us in truth and love. ¶
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπα-τοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πα-τρός. 4 It has given me great joy to find some of your children walking in the truth, just as the Father commanded us.
5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλ᾿ ἣν ἔχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 5 And now, dear lady, I am not writing you a new command but one we have had from the beginning. I ask that we love one another.
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.¶ 6 And this is love: that we walk in obedience to his commands. As you have heard from the beginning, his command is that you walk in love. ¶
7 Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμο-λογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 7 Many deceivers, who do not acknowledge Jesus Christ as coming in the flesh, have gone out into the world. Any such person is the deceiver and the antichrist.
8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβω-μεν. 8 Watch out that you do not lose what you have worked for, but that you may be rewarded fully.
9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χρι-στοῦ Θεὸν οὐκ ἔχει· ὁ δὲ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 9 Anyone who runs ahead and does not continue in the teaching of Christ does not have God; whoever continues in the teaching has both the Father and the Son.
10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 10 If anyone comes to you and does not bring this teaching, do not take him into your house or welcome him.
11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.¶ 11 Anyone who welcomes him shares in his wicked work. ¶
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλ᾿ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.¶ 12 I have much to write to you, but I do not want to use paper and ink. Instead, I hope to visit you and talk with you face to face, so that our joy may be complete. ¶
13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· Ἀμήν. 13 The children of your chosen sister send their greetings.
Advertisements
%d bloggers like this: